Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.123 Joseph. AJ 3.127 (English) >>Joseph. AJ 3.132

3.125καὶ πρῶτον μὲν ἦν πήχεων δέκα πανταχόθεν, κατεπετάννυσαν τοὺς κίονας, οἳ διαιροῦντες τὸν νεὼν τὸ ἄδυτον ἔνδον αὑτῶν ἀπελάμβανον· καὶ τοῦτο ἦν τὸ ποιοῦν αὐτὸ μηδενὶ κάτοπτον. καὶ μὲν πᾶς ναὸς ἅγιον ἐκαλεῖτο, τὸ δʼ ἄβατον τὸ ἐντὸς τῶν τεσσάρων κιόνων τοῦ ἁγίου τὸ ἅγιον. 3.126ὡραῖον δὲ τὸ φάρσος ἄνθεσι παντοίοις, ὅσα γῆθεν ἀνέρχεται, διαπεποικιλμένον τοῖς τε ἄλλοις ἅπασιν ἐνυφασμένον, ὅσα κόσμον οἴσειν ἔμελλε, πλὴν ζῴων μορφῆς. 3.127ἕτερον δὲ τούτῳ καὶ τῷ μεγέθει καὶ τῇ ὑφῇ καὶ τῇ χρόᾳ παραπλήσιον τοὺς ἐπὶ ταῖς εἰσόδοις πέντε κίονας περιέβαλλε κατὰ γωνίαν ἑκάστου κίονος κρίκου κατέχοντος αὐτὸ ἀπὸ κορυφῆς ἄχρι ἡμίσους τοῦ κίονος. τὸ δὲ λοιπὸν εἴσοδος ἀνεῖτο τοῖς ἱερεῦσιν ὑποδυομένοις. 3.128ὑπὲρ δὲ τούτου λίνεον ἦν ἰσομέγεθες φάρσος ἐφελκόμενον ἀπὸ κάλων ἐπὶ θάτερα, τῶν κρίκων τῷ τε ὕφει καὶ τῷ κάλῳ διακονούντων πρός τε τὸ ἐκπετάννυσθαι καὶ συνελκόμενον ἵστασθαι κατὰ γωνίαν ἐμποδὼν οὐκ ἐσόμενον πρὸς τὸ κατοπτεύεσθαι καὶ μάλιστα ἐν ταῖς ἐπισήμοις ἡμέραις. 3.129κατὰ δὲ τὰς λοιπὰς καὶ μάλισθʼ ὅταν νιφετώδης προπεταννύμενον στεγανὸν ἐποίει τὸ ἐκ τῶν βαμμάτων ὕφος· ὅθεν δὴ παρέμεινε τὸ ἔθος καὶ τὸν ναὸν οἰκοδομησαμένων ἡμῶν, ὥστε τὴν σινδόνα τοιουτότροπον περικεῖσθαι ταῖς εἰσόδοις.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.123 Joseph. AJ 3.127 (English) >>Joseph. AJ 3.132

Powered by PhiloLogic